Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.382 Joseph. BJ 2.389 (English) >>Joseph. BJ 2.394

2.386μῆκος μέν γε αὐτῆς τριάκοντα σταδίων, εὖρος δʼ οὐκ ἔλαττον δέκα, τοῦ δὲ ἐνιαυσιαίου παρʼ ὑμῶν φόρου καθʼ ἕνα μῆνα πλέον Ῥωμαίοις παρέχει καὶ τῶν χρημάτων ἔξωθεν τῇ Ῥώμῃ σῖτον μηνῶν τεσσάρων· τετείχισται δὲ πάντοθεν δυσβάτοις ἐρημίαις θαλάσσαις ἀλιμένοις ποταμοῖς ἕλεσιν. 2.387ἀλλʼ οὐδὲν τούτων ἰσχυρότερον εὑρέθη τῆς Ῥωμαίων τύχης, δύο δʼ ἐγκαθήμενα τῇ πόλει τάγματα τὴν βαθεῖαν Αἴγυπτον ἅμα τῇ Μακεδόνων εὐγενείᾳ χαλινοῖ. 2.388τίνας οὖν ἐπὶ τὸν πόλεμον ἐκ τῆς ἀοικήτου παραλήψεσθε συμμάχους; οἱ μὲν γὰρ ἐπὶ τῆς οἰκουμένης πάντες εἰσὶν Ῥωμαῖοι, εἰ μή τις ὑπὲρ Εὐφράτην ἐκτείνει τὰς ἐλπίδας καὶ τοὺς ἐκ τῆς Ἀδιαβηνῆς ὁμοφύλους οἴεται προσαμυνεῖν, 2.389οἱ δʼ οὔτε διʼ αἰτίαν ἄλογον τηλικούτῳ πολέμῳ συνεμπλέξουσιν

-- --

ἑαυτούς, οὔτε βουλευσαμένοις κακῶς Πάρθος ἐπιτρέψει· πρόνοια γὰρ αὐτῷ τῆς πρὸς Ῥωμαίους ἐκεχειρίας, καὶ παραβαίνειν οἰήσεται τὰς σπονδάς, ἄν τις τῶν ὑπʼ αὐτὸν ἐπὶ Ῥωμαίους ἴῃ. 2.390λοιπὸν οὖν ἐπὶ τὴν τοῦ θεοῦ συμμαχίαν καταφευκτέον. ἀλλὰ καὶ τοῦτο παρὰ Ῥωμαίοις τέτακται· δίχα γὰρ θεοῦ συστῆναι τηλικαύτην ἡγεμονίαν ἀδύνατον. 2.391σκέψασθε δʼ ὡς ὑμῖν τὸ τῆς θρησκείας ἄκρατον, εἰ καὶ πρὸς εὐχειρώτους πολεμοίητε, δυσδιοίκητον, καὶ διʼ μᾶλλον τὸν θεὸν ἐλπίζετε σύμμαχον, ταῦτʼ ἀναγκαζόμενοι παραβαίνειν ἀποστρέψετε.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.382 Joseph. BJ 2.389 (English) >>Joseph. BJ 2.394

Powered by PhiloLogic